Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.205 Joseph. AJ 15.209 (English) >>Joseph. AJ 15.214

15.207ἐπήλπιζε δʼ αὐτὸν οὐχ ἧττον, εἰ καὶ πάντα κατὰ νοῦν πράξας ὑποστρέψειεν Ἡρώδης, μηδὲν ὅτι τῇ γυναικὶ δυνήσεσθαι βουλομένῃ γε ἀντειπεῖν· ἠπίστατο γὰρ τὸν πρὸς τὴν Μαριάμμην ἔρωτα μείζονα λόγου τῷ βασιλεῖ. 15.208ταῦτα προσεκλύσαντα τὰς ἐντολὰς ἐξαγγεῖλαι Μαριάμμη χαλεπῶς ἤκουσεν, εἰ μηδὲν πέρας αὐτῇ τῶν ἐξ Ἡρώδου κινδύνων ἔσται, χαλεπῶς δὲ διέκειτο, μηδενὸς μὲν τυχεῖν αὐτὸν τῶν ἴσων εὐχομένη, δυσύποιστον δʼ εἰ τύχοι τὸν μετʼ αὐτοῦ βίον κρίνουσα. καὶ τοῦτο διέδειξεν ἐν ὑστέρῳ μηδὲν ἐπικρυψαμένη τοῦ κατʼ αὐτὴν πάθους. 15.209

μὲν γὰρ ἐπὶ μεγάλοις οἷς παρʼ ἐλπίδας εὐτυχήκει καταπεπλευκὼς πρώτῃ μέν, ὡς εἰκός, τῇ γυναικὶ περὶ τούτων εὐηγγελίζετο, μόνην δὲ ἐκ πάντων διὰ τὸν ἔρωτα καὶ τὴν οὖσαν αὐτῷ συνήθειαν προτιμῶν ἠσπάζετο. 15.210τῇ δʼ οὔτε τὰς εὐημερίας διηγουμένου χαίρειν μᾶλλον χαλεπῶς φέρειν συνέβαινεν οὔτʼ ἐπικρύπτεσθαι τὸ πάθος δυνατὸν ἦν. ἀλλʼ ὑπʼ ἀδοξίας καὶ τῆς περιούσης εὐγενείας πρὸς μὲν τοὺς ἀσπασμοὺς ἀνέστενεν, τοῖς δὲ διηγήμασιν ἄχθεσθαι μᾶλλον συγχαίρειν ἐνέφαινεν, ὡς οὐχ ὕποπτα μόνον ἀλλὰ καὶ καταφανῆ γινόμενα τὸν Ἡρώδην ἐπιταράττειν. 15.211ἠδημόνει μὲν γὰρ ὁρῶν τὸ παράλογον τῆς γυναικὸς εἰς αὐτὸν μῖσος οὐκ ἀποκεκρυμμένον, ἤχθετο δὲ τῷ πράγματι καὶ τὸν ἔρωτα φέρειν ἀδυνατῶν ταῖς τε ὀργαῖς καὶ ταῖς διαλλαγαῖς οὐκ ἐνέμενεν, ἀεὶ δὲ ἀπὸ θατέρου μεταβαίνων εἰς θάτερον ἐφʼ ἑκατέρῳ πολλὴν εἶχεν ἀπορίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.205 Joseph. AJ 15.209 (English) >>Joseph. AJ 15.214

Powered by PhiloLogic